1. Κτήσυλλα.

(Ἱστορεῖ Νίκανδρος Ἑτεροιουμένων γ΄.)
 
Κτήσυλλα ἐγένετο Κεία τὸ γένος ἐξ Ἰουλίδος, Ἀλκιδάμαντος θυγάτηρ. ταύτην ἰδὼν Ἑρμοχάρης Ἀθηναῖος χορεύουσαν Πυθίοις περὶ τὸν βωμὸν τοῦ Ἀπόλλωνος ἐν Καρθαίᾳ ἐπεθύμισεν αὐτῆς, καὶ ἐπιγράψας μῆλον ἔρριψεν ἐν τῷ ἱερῷ τῆς Ἀρτέμιδος, ἡ δὲ ἀνείλετο καὶ ἀνέγνω· ἐγέγραπτο δὲ ὅρκος κατὰ τῆς Ἀρτέμιδος, ἦ μὴν γαμηθήσεσθαι Ἑρμοχάρει Ἀθηναίῳ. ἡ μὲν οὖν Κτήσυλλα ἀπέρριψε τὸ μῆλον αἰδεσθεῖσα καὶ χαλεπῶς ἤνεγκεν, ὥσπερ ὅτε Κυδίππην Ἀκόντιος ἐξηπάτησεν. Ἑρμοχάρει δὲ αἰτησαμένῳ κατῄνεσε τὸν γάμον ὁ πατήρ ὁ τῆς Κτησύλλης καὶ ὤμοσεν τὸν Ἀπόλλωνα τῆς δάφνης ἁψάμενος. ἐπεὶ δὲ διῆλθεν ὁ τῶν Πυθίων χρόνος, Ἀλκιδάμας ἐκλαθόμενος τὸν ὅρκον, ὅν ὤμοσεν ἑτέρῳ συνῴκιζε τὴν θυγατέρα. καὶ ἡ παῖς ἔθυεν ἐν τῷ τῆς Ἀρτέμιδος ἱερῷ· χαλεπῶς δὲ φέρων Ἑρμοχάρης ἐπὶ τῷ τούτου διαμαρτεῖν εἰσέδραμεν εἰς τὸ Ἀρτεμίσιον· καὶ ἡ παῖς αὐτὸν ἰδοῦσα κατὰ θεῖον ἠράσθη, καὶ συνθεμένη διὰ τῆς τροφοῦ, διαλαθοῦσα τὸν πατέρα νύχιον ἀπέπλευσεν εἰς τὰς Ἀθήνας καὶ γάμος ἐπράχθη τῷ Ἑρμοχάρει. τεκοῦσα δ᾿ ἡ Κτήσυλλα καὶ χαλεπῶς ἐκ τοῦ τόκου διατεθεῖσα ἐτελεύτησε κατὰ δαίμονα, ὅτι ὁ πατὴρ αὐτῆς ἐψεύσατο τὸν ὅρκον. καὶ τὸ μὲν σῶμα κομίσαντες ἔφερον ὅπως κηδεύσωσιν, ἐκ δὲ τῆς στρωμνῆς πελειὰς ἐξέπτη καὶ τὸ σῶμα τῆς Κτησύλλης ἀφανὲς ἐγένετο. χρωμένῳ δ᾿ Ἑρμοχάρει ὁ θεὸς ἀνεῖπεν ἱδρύσασθαι ἱερὸν παρὰ τοῖς Ἰουλιήταις ἐπώνυμον Ἀφροδίτης Κτησύλλης· ἔχρησε δὲ καὶ τοῖς Κείοις. οἱ δὲ θύουσιν ἄχρι νῦν, Ἰουλιῆται μὲν Ἀφροδίτη, Κτήσυλλαν ὀνομάζοντες, οἱ δὲ ἄλλοι Κτήσυλλαν Ἑκάεργην.



Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου