14. Μούνιχος.

(Ἱστορεῖ Νίκανδρος Ἑτεροιουμένων β΄.)

Μούνιχος ὁ Δρύαντος ἐβασίλευσε Μολοσσῶν καὶ ἐγένετο μάντις ἀγαθὸς καὶ ἀνήρ δίκαιος.
ἔσχε δὲ παῖδας ἐκ Ληλάντης Ἄλκανδρον, ἀμείνονα μάντιν ἑαυτοῦ, καὶ Μεγαλήτορα καὶ Φιλαῖον καὶ θυγατέρα Ὑπερίππην. τούτους γενομένους πάντας ἀγαθοὺς καὶ δικαίους ἐφίλησαν οἱ θεοί. ἐπεὶ δὲ αὐτοὺς ἐπὶ τῶν ἀγρῶν νυκτὸς ἐπελθόντες λῃσταὶ συνελάμβανον, οἱ δὲ ἐκ τῶν πύργων ἔβαλλον (οὐ γαρ ἦσαν αὐτοῖς ἰσόμαχοι), πῦρ ἐνέβαλλον οἱ κλῶπες εἰς τὰ οἰκία. Ζεὺς δ᾿ οὐ περιεῖδεν αὐτοὺς ὁσιότητος ἕνεκα τελευτήσαντας οἰκτήστῳ θανάτῳ, μετέβαλε δὲ πάντας εἰς ὄρνιθας. καὶ Ὑπερίππη μὲν, ἐπεὶ φυγοῦσα τὸ πῦρ εἰς ὕδωρ κατέδυ, γέγονεν αἴθυια, οἱ δ᾿ ἄλλοι ἐκ τοῦ πυρὸς ἀνέπτησαν, Μούνιχος μὲν τριόρχης γενόμενος, Ἄλκανδρος δὲ ὀρχίλος, Μεγαλήτωρ δὲ καὶ Φιλαῖος, ὅτι τὸ πῦρ φεύγοντες διὰ τοῦ τοίχου παρὰ τὴν γῆν ἔδυσαν, ἐγένοντο μικροὶ δύο ὄρνιθες· καὶ ἔστιν ὁ μὲν αὐτῶν ἰχνεύμων, Φιλαῖος δ' ὀνομάζεται κύων. ἡ δὲ μήτηρ αὐτῶν ἐγένετο κνιπολόγος πιπώ. πρὸς ταύτην ἀετῷ πόλεμός ἐστι καὶ ἐρῳδιῷ· κατάγνυσι γὰρ αὐτῶν τὰ ᾠὰ κόπτουσα τὴν δρῦν διὰ τοὺς κνῖπας. καί εἰσιν οἱ μὲν ἄλλοι σύννομοι ἐν ὕλῃ καὶ παρὰ κευθμῶνας, αἴθυια δὲ ἐγένετο πρὸς λίμναις τε καὶ θαλάσσῃ.



Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου