15. Μεροπίς.

(Ἱστορεῖ Βοῖος Ὀρνιθογονίας α΄.)

Εὐμήλου τοῦ Μέροπος ἐγένεντο παῖδας ὑπερήφανοι καὶ ὑβρισταί, Βύσσα καὶ Μεροπὶς καὶ Ἄγρων. καὶ ᾤκουν Κῶν τὴν Μεροπίδα νῆσον, ἡ δὲ γῆ πλεῖστον αὐτοῖς ἐξέφερε καρπόν, ὅτι μόνην θεῶν ἐτίμων καὶ ἐπιμελῶς αὐτὴν εἰργάζοντο. οὗτοι ἀνθρώπων οὐδενὶ συνῆλθον, οὔτε εἰς ἄστυ κατιόντες οὔτε πρὸς εἰλαπίνας καὶ θεῶν ἑορτάς, ἀλλ᾿ εἰ μὲν Ἀθηνᾷ τις ἱερὰ ποιῶν ἐκάλεσε τὰς κόρας, ἀπέλεγεν ὁ ἀδελφὸς τὴν κλῆσιν· οὐ γὰρ ἀγαπᾷν ἔφη γλαυκὴν θεόν, ὅτι ταῖς αὐταῖς κόραις ὀφθαλμὸς ἐνῆν μέλας, ἐχθαίρειν δὲ παράπαν γλαῦκα τὴν ὄρνιν· εἰ δὲ καλοῖεν παρὰ τὴν Ἄρτεμιν, νυκτίφοιτον ἔλεγε μισεῖν θεόν· εἰ δὲ πρὸς Ἑρμοῦ σπονδάς, κλέπτην ἔλεγεν οὐ τιμᾷν θεόν. καὶ οἱ μὲν πλειστάκις ἐκερτόμουν. Ἑρμῆς δὲ καὶ Ἀθηνᾶ καὶ Ἄρτεμις χολούμενοι νυκτὸς ἐπέστησαν αὐτῶν τοῖς οἴκοις, Ἀθηνᾶ μὲν καὶ Ἄρτεμις ἐοικυῖαι κόραις, Ἑρμῆς δὲ ποιμένος ἔχων στολήν καὶ τὸν Εὔμηλον καὶ τὸν Ἄγρωνα προσαγορεύσας παρεκάλει παρατυχεῖν εἰς δαῖτα· διδόναι γὰρ ἱερὰ μετὰ  τῶν ἄλλων ποιμένων Ἑρμῇ· Βύσσαν δὲ Μεροπίδα πρὸς τὰς ὁμήλικας ἔπειθεν ἐκπέμπειν εἰς τὸ τῆς Ἀθηνᾶς καὶ Ἀρτέμιδος ἄλσος. καὶ ταῦτα μὲν εἶπεν Ἑρμῆς· Μεροπὶς δ᾿ ὡς ἤκουσεν, ἐξύβρισε πρὸς τὸ ὄνομα τῆς Ἀθηνᾶς, ἡ δὲ αὐτὴν ἐποίησεν ὀρνίθιον γλαῦκα· Βύσσα δὲ τῷ αὐτῷ ὀνόματι λέγεται καί ἐστι Λευκοθέας ὄρνις· Ἄγρων δ᾿ ὡς ἐπύθετο, ἁρπάσας ὀβελὸν ἐξέδραμεν, Ἑρμῆς δ᾿ αὐτὸν ἐποίησε χαραδριόν· Εὔμηλος δὲ τὸν Ἑρμῆν ἐνείκεσεν ὅτι μετεμόρφωσεν αὐτοῦ τὸν υἱόν, ὁ δὲ κἀκεῖνον ἐποίησε νυκτικόρακα κακάγγελον.



Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου