18. Ἠέροπος.

(Ἱστορεῖ Βοῖος Ὀρνιθογονίας β΄.)

Εὔμηλος ὁ παῖς ὁ Εὐγνώτου κατῴκησεν ἐν Θήβαις ταῖς Βοιωτίαις καὶ αὐτῷ παῖς ἐγένετο Βότρης ὄνομα. οὗτος ὁ Εὔμηλος ἐτίμα μεγαλομερῶς τὸν Ἀπόλλωνα. καί ποτε θύοντος αὐτοῦ παρὼν ὁ παῖς Βότρης ἐδαίσατο τὸν ἐγκέφαλον τοῦ ἀρνὸς πρὶν ἐπὶ τὸν βωμὸν καταθῦσαι· μαθὼν δὲ τὸ γεγονὸς Εὔμηλος προσέκρουσε κατ᾿ ὀργὴν πρὸς τὴν κεφαλὴν αὐτοῦ, τὸν δαλὸν ἀφελὼν ἐκ τοῦ βωμοῦ, καὶ ὁ παῖς καταρρυέντος τοῦ αἵματος καταπεσὼν ἤσπαιρεν. ἡ δὲ μήτηρ ὡς ἴδεν καὶ ὁ πατὴρ καὶ οἱ θέραπες, μέγιστον ἐποιήσαντο πένθος, Ἀπόλλων δὲ οἰκτείρας, ἐπεὶ αὐτὸν Εὔμηλος ἐτίμα, ὄρνιθα ἐποίησε τὸν παῖδα ἠέροπον, ὅς ἔτι νῦν τίκτει μὲν ὑπὸ γῆς, αἰεὶ δὲ μελετᾷ πέτεσθαι.



Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου