20. Κλεῖνις.

(Ἱστορεῖ Βοῖος β΄ καὶ Σιμμίας ὁ Ῥόδιος Ἀπόλλωνι.)

Τῆς λεγομένης Μεσοποταμίας περὶ Βαβυλῶνα πόλιν ᾤκησεν ἀνὴρ θεοφιλὴς καὶ πλούσιος, ὄνομα Κλεῖνις, ἔχων πολλοὺς βοῦς καὶ ὄνους καὶ πρόβατα. τοῦτον ἐκτόπως ἐφίλησεν Ἀπόλλων καὶ Ἄρτεμις, καὶ πλειστάκις ὁμοῦ τοῖς θεοῖς τούτοις ἀφίκετο πρὸς τὸν ναὸν τοῦ Ἀπόλλωνος τὸν ἐν Ὑπερβορέοις, καὶ ἴδεν ἱερουργουμένας αὐτῷ τὰς θυσίας τῶν ὄνων. παραγενόμενος δὲ εἰς Βαβυλῶνα καὶ αὐτὸς ἐβούλετο καθάπερ ἐν Ὑπερβορέοις ἱερεύειν τῷ θεῷ, καὶ τὴν ἑκατόμβην τῶν ὄνων ἔστησεν παρὰ τὸν βωμόν, Ἀπόλλων δὲ παραγενόμενος ἠπείλησεν ἀποκτενεῖν αὐτόν, εἰ μὴ παύσαιτο τῆς θυσίας ταύτης καὶ κατὰ τὸ σύνηθες αἶγας αὐτῷ καὶ πρόβατα καὶ βοῦς ἱερεύσαι· τὴν γὰρ τῶν ὄνων θυσίαν ἐν Ὑπερβορέοις ἀγομένην αὐτῷ καθ᾿ ἡδονὴν εἶναι. καὶ ὁ Κλεῖνις δείσας τὴν ἀπειλὴν ἀπῆγεν ἀπὸ τοῦ βωμοῦ τοὺς ὄνους, καὶ τὸν λόγον ὅν ἤκουσεν ἐξέφερε πρὸς τοὺς παῖδας. ἦσαν δὲ αὐτῷ παῖδες Λύκιος καὶ Ὀρτύγιος καὶ Ἅρπασος καὶ θυγάτηρ Ἀρτεμίχη, παῖδες ἐκ μητρὸς Ἅρπης. Λύκιος μὲν οὖν καὶ Ἅρπασος ἀκούσαντες ἐκέλευον ἱερεύειν τοὺς ὄνους καὶ τέρπεσθαι τῇ ἑορτῇ, Ὀρτύγιος δὲ καὶ Ἀρτεμίχη πείθεσθαι τῶ Ἀπόλλωνι προσέτασσον, κἀπὶ τούτοις ὁ Κλεῖνις ἐπείθετο μᾶλλον. Ἅρπασός δὲ καὶ Λύκιος κατὰ βίαν ἐκλύσαντες τῶν δεσμῶν τοὺς ὄνους ἀπήλαυνον παρὰ τὸν βωμόν. καὶ ὁ θεὸς ἐνέβαλε τοῖς ὄνοις λύσσαν, οἱ δὲ τούς τε παῖδας καὶ τοὺς θέραπας αὐτῶν καὶ τὸν Κλεῖνιν κατήσθιον. οἱ δὲ ἀπολλύμενοι τοὺς θεοὺς ἐπεβοῶντο. καὶ Ἅρπην μὲν καὶ Ἅρπασον ᾤκτειρε Ποσειδῶν καὶ ἐποίησεν αὐτοὺς ὄρνιθας τῷ αὐτῷ λεγομένους ὀνόματι, Λητὼ δὲ καὶ Ἄρτεμις ἔγνωσαν ἀνασῶσαι τὸν Κλεῖνιν καὶ τὴν Ἀρτεμίχην καὶ τὸν Ὀρτύγιον, ὅτι οὐκ αἴτιοι τῶν ἀσεβημάτων ἦσαν, Ἀπόλλων δὲ Λητοῖ καὶ Ἀρτέμιδι δίδωσι τὴν χάριν, καὶ πρόσθεν ἤ ἀποθανεῖν μεταβαλὼν ἐποίησε πάντας ὄρνιθας. καὶ ἐγένετο Κλεῖνις μὲν ὑψιαίετος (οὗτός ἐστι δεύτερος ὀρνίθων μετὰ τὸν αἰετόν, διαγνῶναι δ᾿ οὐ χαλεπός· ὁ μὲν γάρ ἐστι νεβροφόνος ἐρεμνὸς μέγας τε καὶ ἄλκιμος, ὁ δ᾿  ἀετὸς μελάντερος καὶ ἐλάσσων ἐκείνου), Λύκιος δὲ μεταβαλὼν ἐγένετο κόραξ τὸ χρῶμα λευκός, αὖτις δὲ βουλῇ Ἀπόλλωνος ἐγένετο κυάνεος, ὅτι πρῶτος ἤγγειλε Κορωνίδα τὴν Φλεγύου θυγατέρα γαμηθεῖσαν Ἁλκυονεῖ. Ἀρτεμίχη δ᾿ ἐγένετο πίφιγξ, θεοῖς τε καὶ ἀνθρώποις προσφιλὴς ὄρνις, Ὀρτύγιος δὲ αἰγιθαλλός, ὅτι τὸν πατέρα Κλεῖνιν ἀνέπειθεν αἶγας ἀντὶ τῶν ὄνων ἱερεύειν Ἀπόλλωνι.



Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου