24. Ἀσκάλαβος.

(Ἱστορεῖ Νίκανδρος Ἑτεροιουμένων δ΄.)

Δημήτηρ ὅτε πλανῆτις ἐπῄει γῆν ἅπασαν κατὰ ζήτησιν τῆς θυγατρός, ἀνεπαύσατο ἐν τῇ Ἀττικῇ. καὶ αὐὴν ὑπὸ πολλοῦ καύματος ὑποδέχεται Μίσμη καὶ διδοῖ ποτὸν ὕδωρ, ἐμβαλοῦσα γλήχωνα καὶ ἄλφιτον εἰς αὐτό. καὶ ἡ Δημήτηρ ἐξέπιε κατὰ τὸ δίψος τὸ ποτὸν ἀθροῦν. ὁ δὲ παῖς ὁ τῆς Μίσμης Ἀσκάλαβος ἰδὼν ἐποιήσατο γέλωτα καὶ αὖτις ἐκέλευεν ὀρέγειν αὐτῇ λέβητα βαθὺν ἤ πιθάκνην. Δημήτηρ δὲ κατ᾿ ὀργὴν ὥς εἶχε τὸ ποτὸν αὐτῷ τὸ καταλειπόμενον προσέχεεν. ὁ δὲ μεταβαλὼν ἐγένετο ποικίλος ἐκ τοῦ σώματος ἀσκάλαβος, καὶ ὑπὸ θεῶν καὶ ὑπὸ ἀνθρώπων μεμίσηται. καί ἐστιν αὐτῷ δίαιτα παρ᾿ ὀχετόν. ὁ δ᾿ ἀποκτείνας κεχαρισμένος γίνεται Δήμητρι.



Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου