26. Ὕλας.

(Ἱστορεῖ Νίκανδρος Ἑτεροιουμένων δ΄.)

Ἡρακλῆς ὅτε μετὰ τῶν Ἀργοναυτῶν ἔπλει, στρατηγὸς ὑπ᾿ αὐτῶν ἀποδειχθεὶς συνεπήγετο μεθ᾿ αὑτοῦ καὶ Ὕλαν, παῖδα μὲν Κήυκος, νέον δὲ καὶ καλόν. ἐπεὶ δὲ πρὸς τὸ στενὸν ἐξίκοντο τοῦ Πόντου καὶ τὰ σφυρὰ παρέπλευσαν τῆς Ἀργανθώνης καὶ ἐγένετο χειμὼν καὶ σάλος, ἐνταῦθα καταβαλόντες ἀγκύρας ἀνέπαυσαν τὴν ναῦν. καὶ Ἡρακλῆς παρεῖχε τοῖς ἥρωσι τὸ δεῖπνον. ὁ δὲ παῖς Ὕλας ἔχων κρωσσὸν ἦλθε πρὸς τὸν Ἀσκάνιον ποταμὸν ὕδωρ ἀποίσων τοῖς ἀριστεῦσι· καὶ αὐτὸν ἰδοῦσαι νύμφαι, τοῦ ποταμοῦ τούτου θυγατέρες, ἠράσθησαν, ἀρυόμενον δὲ καταβάλλουσιν εἰς τὴν κρήνην. καὶ ὁ μὲν Ὕλας ἀφανὴς ἐγένετο, Ἡρακλῆς δ᾿, ἐπεὶ αὐτῷ οὐκ ἐνόστει, καταλιπὼν τοὺς ἥρωας ἐξερευνᾷ πανταχοῖ τὸν δρυμὸν καὶ ἐβόησε πολλάκις τὸν Ὕλαν. νύμφαι δὲ δείσασαι τὸν Ἡρακλέα, μὴ αὐτὸν εὕροι κρυπτόμενον παρ᾿ αὐταῖς, μετέβαλον τὸν Ὕλαν καὶ ἐποίησαν ἠχώ, καὶ πρὸς τὴν βοὴν πολλάκις ἀντεφώνησεν Ἡρακλεῖ. καὶ ὁ μὲν ὡς οὐκ ἐδύνατο πλεῖστα ποιησάμενος ἐξευρεῖν τὸν Ὕλαν, παρεγένετο πρὸς τὴν ναῦν καὶ αὐτὸς μὲν ἔπλει μετὰ τῶν ἀριστέων, Πολύφημον δὲ καταλείπει ἐν τῷ χωρίῳ, εἴ πως δύναιτο ζητῶν ἐξευρεῖν αὐτῷ τὸν Ὑλαν. καὶ ὁ μὲν Πολύφημος ἔφθη τελευτήσας, Ὕλᾳ δὲ θύουσιν ἄχρι νῦν παρὰ τὴν κρήνην οἱ ἐπιχώριοι καὶ αὐτὸν ἐξ ὀνόματος εἰς τρὶς ὁ ἱερεὺς φωνεῖ καὶ εἰς τρὶς ἀμείβεται πρὸς αὐτὸν ἠχώ.



Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου