28. Τυφών.

(Ἱστορεῖ Νίκανδρος Ἑτεροιούμένων δ'.)

Τυφὼν ἐγένετο γῆς υἱὸς ἐξαίσιος δαίμων πρὸς ἰσχύν, κατὰ δὲ τὴν ὄψιν παρηλλαγμένος· ἐπεφύκεσαν γὰρ κεφαλαὶ πλεῖσται καὶ χέρες καὶ πτέρυγες, ἐκ δὲ τῶν μηρῶν μέγισται δρακόντων σπεῖραι, φωνὰς δὲ παντοίας ἠφίει καὶ αὐτὸν οὐδὲν ὑπέμενεν εἰς ἀλκήν.
οὗτος ἐπεθύμισε τοῦ Διὸς ἔχειν τὴν ἀρχήν, καὶ αὐτὸν ἐπερχόμενον οὐδεὶς ὑπέμενε τῶν θεῶν, ἀλλὰ δείσαντες ἔφυγον πάντες εἰς τὴν Αἴγυπτον, Ἀθηνᾶ δὲ καὶ Ζεὺς ὑπελείφθησαν μόνοι. Τυφῶν δ᾿ ἐκ ποδὸς ἐδίωκεν. οἱ δὲ προμηθείᾳ διέφυγον ἀλλάξαντες εἰς ζῷα τὰς ὄψεις· καὶ Ἀπόλλων μὲν ἐγένετο ἱέραξ, Ἑρμῆς δὲ ἴβις, Ἄρης δὲ λεπιδωτὸς ἰχθύς, Ἄρτεμις δὲ αἴλουρος, τράγῳ δὲ εἰκάζεται Διόνυσος, ἕλλῳ δ᾿ Ἡρακλῆς, βοῒ δ᾿  Ἥφαιστος, μυγαλῇ δὲ Λητώ, καὶ ὡς ἕκαστος ἔτυχε τῶν ἄλλων θεῶν μετέβαλε τὴν ὄψιν. ἔπειτα δὲ Τυφῶνα Ζεὺς βάλλει κεραυνῷ, καιόμενος δὲ ὁ Τυφῶν ἔκρυψεν ἑαυτὸν καὶ ἠφάνισε τὴν φλόγα τῇ θαλάσσῃ. Ζεὺς δ᾿ οὐκ ἀνίησιν, ἀλλ᾿ ὅ μέγιστον ὄρος ἐπιβάλλει Τυφῶνι τὴν Αἴτνην καὶ αὐτῷ φύλακα τὸν Ἥφαιστον ἐπὶ τῶν ἄκρων ἐφίστησιν· ὁ δ᾿ ἐνειρείσας τοὺς ἄκμονας αὐτοῦ τῷ τραχήλῳ διάπυρον ἐργάζεται μύδρον.



Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου