29. Γαλινθιάς.

(Ἱστορεῖ Νίκανδρος Ἑτεροιουμένων δ΄.)

Προίτου θυγάτηρ ἐν Θήβαις ἐγένετο Γαλινθιάς. αὕτη παρθένος ἦν συμπαίκτρια καὶ ἑταιρὶς Ἀλκμήνης τῆς Ἠλεκτρύωνος. ἐπεὶ δὲ Ἀλκμήνην ὁ τόκος ἤπειγε τοῦ Ἡρακλέους, Μοῖραι καὶ Εἰλείθυια πρὸς χάριν τῆς Ἥρας κατεῖχον ἐν ταῖς ὠδῖσι τὴν Ἀλκμήνην. καὶ αὗται μὲν ἐκαθέζοντο κρατοῦσαι τὰς ἑαυτῶν χεῖρας, Γαλινθιὰς δὲ δείσασα μὴ Ἀλκμήνην ἐκστήσωσι βαρυνομένην οἱ πόνοι, δραμοῦσα παρὰ τε τὰς Μοίρας καὶ τὴν Εἰλείθυιαν ἐξήγγειλεν ὅτι Διὸς βουλῇ γέγονε τῇ Ἀλκμήνῃ παῖς κόρος, αἱ δὲ ἐκείνων τιμαὶ καταλέλυνται. πρὸς δὴ τοῦτ᾿ ἔκπληξις ἔλαβε τὰς Μοίρας καὶ ἀνῆκαν εὐθὺς τὰς χεῖρας, Ἀλκμήνην δὲ κατέλιπον εὐθὺς αἱ ὠδῖνες καὶ ἐγένετο Ἡρακλῆς. αἱ δὴ Μοῖραι πένθος ἐποιήσαντο καὶ τῆς Γαλινθιάδος ἀφείλοντο τὴν κορείαν, ὅτι θνητὴ τοὺς θεοὺς ἐξηπάτησε, καὶ αὐτὴν ἐποίησαν δολερὰν γαλῆν καὶ δίαιταν ἔδωκαν ἐν τῷ μυχῷ καὶ ἄμορφον ἀπέδειξαν τὴν εὐνήν·  θορίσκεται μὲν γὰρ διὰ τῶν ὠτῶν, τίκτει δ᾿ ἀναφέρουσα τὸ κυούμενον ἐκ τοῦ τραχήλου. ταύτην Ἑκάτη πρὸς τὴν μεταβολὴν τῆς ὄψεως ᾤκτειρε καὶ ἀπέδειξεν ἱερὰν αὐτῆς διάκονον, Ἡρακλῆς δ᾿ ἐπεὶ ηὐξήθη, τὴν χάριν ἐμνημόνευσε καὶ αὐτῆς ἐποίησεν ἀφίδρυμα παρὰ τὸν οἶκον καὶ ἱερὰ προσήνεγκεν. ταῦτα νῦν ἔτι τὰ ἱερὰ Θηβαῖοι φυλάττουσι καὶ πρὸ Ἡρακλέους ἑορτῆς θύουσι Γαλινθιάδι πρώτῃ.



Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου