3. Ἱέραξ.

(Ἱστορεῖ Βοῖος Ὀρνιθογονίᾳ.)
 
Ἱέραξ ἐγένετο ἐν τῇ Μαριανδυνῶν γῇ δίκαιος ἀνὴρ καὶ ἐπιφανής. οὗτος ἱερὰ Δήμητρος ἱδρύσατο καὶ πλείστους αὐτῆς καρποὺς ἔλαβεν. ἐπεὶ δὲ Τεῦκροι κατὰ χρόνον τὸν ἱκνούμενον οὐκ ἀπεδίδοσαν ἱερὰ Ποσειδῶνι, ἀλλὰ ὑπ᾿ ὀλιγωρίας ἐξέλειπον, χαλεπήνας Ποσειδῶν τοὺς μὲν ἐκείνης καρποὺς ἔφθειρε, κῆτος δ᾿ ἐξαίσιον ἐκ τῆς θαλάσσης ἐφώρμησεν αὐτοῖς. οὐ δυνάμενοι δὲ πρὸς τὸ κῆτος καὶ τὸν λιμὸν ἀντέχειν ἀπέστελλον οἱ Τεῦκροι πρὸς τὸν Ἱέρακα καὶ ἐδέοντο πρὸς τὸν λιμὸν ἐπαμῦναι, κἀκεῖνος ἔπεμπε καὶ πυρὸν καὶ ἄλλην τροφήν. Ποσειδῶν δὲ μηνίσας, ἐπεὶ κατέλυεν αὐτοῦ τὰς τιμάς, ἐποίησεν ὄρνιθα, ὅς ὀνομάζεται νῦν ἱέραξ, καὶ τὸ ἦθος ἤλλαξεν ἀφανίσας· μέγιστα γὰρ ὑπ᾿ ἀνθρώπων φιληθέντα πλεῖστον ἐποίησεν ὑπὸ τῶν ὀρνέων μισηθῆναι, καὶ πολλοὺς ἀνθρώπους ἀποθανεῖν κωλύσαντα πλείστους ἐποίησεν αὐτὸν ὀρνίθων ἀποκτεῖναι.



Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου