33. Ἀλκμήνη.

(Ἱστορεῖ Φερεκύδης.)

Μετὰ τὸν Ἡρακλέους ἐξ ἀνθρώπων ἀφανισμὸν Εὐρυσθεὺς ἐξελάσας αὐτοὺς τῆς πατρίδος αὐτὸς ἐβασίλευεν. οἱ δὲ Ἡρακλεῖδαι καταφυγόντες πρὸς Δημοφῶντα τὸν Θησέως ᾤκησαν τὴν τετράπολιν τῆς Ἀττικῆς, Εὐρυσθεὺς δὲ πέμψας ἄγγελον εἰς Ἀθήνας πόλεμον προέλεγε τοῖς Ἀθηναίοις, εἰ μὴ τοὺς Ἡρακλείδας ἐξελάσωσιν. οἱ μὲν οὖν Ἀθηναῖοι τὸν πόλεμον οὐκ ἀπολέγονται, Εὐρυσθεὺς δ᾿ ἐνέβαλεν εἰς τὴν Ἀττικὴν καὶ παραταξάμενος αὐτὸς μὲν ἀποθνῄσκει μαχόμενος, ἡ δὲ πληθὺς ἐτράπη τῶν Ἀργείων· Ὕλλος δὲ καὶ οἱ ἄλλοι Ἡρακλεῖδαι καὶ οἱ σὺν αὐτοῖς ἀποθανόντος Εὐρυσθέως κατοικίζονται πάλιν ἐν Θήβαις. ἐν δὲ τούτῳ καὶ Ἀλκμήνη κατὰ γῆρας ἀποθνῄσκει καὶ αὐτὴν ἐξεκόμισαν Ἡρακλεῖδαι· ᾤκουν δὲ παρὰ τὰς Ἠλέκτρας πύλας ὅθιπερ καὶ Ἡρακλῆς ἐν τῇ ἀγορᾷ. Ζεὺς δὲ Ἑρμῆν πέμπει κελεύων Ἀλκμήνην ἐκκλέψαι καὶ ἀπενεγκεῖν εἰς μακάρων νήσους καὶ δοῦναι Ῥαδαμάνθυι γυναῖκα, Ἑρμῆς δὲ πεισθεὶς Ἀλκμήνην ἐκκλέπτει, λίθον δ᾿ ἀντ᾿ αὐτῆς ἐντίθησιν εἰς τὴν σορόν. οἱ δ᾿ Ἡρακλεῖδαι ἐπεὶ τὴν λάρνακα φέροντες ἐβαρύνοντο, κατατίθενται, καὶ ἀποκαλύψαντες εὗρον ἀντὶ τῆς Ἀλκμήνης λίθον, καὶ αὐτὸν ἐξελόντες ἔστησαν ἐν τῷ ἄλσει ὅθιπέρ ἐστι τὸ ἡρῷον τὸ τῆς Ἀλκμήνης ἐν Θήβαις.



Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου