38. Λύκος.

(Ἱστορεῖ Νίκανδρος Ἑτεροιουμένων α΄.)

Αἰακῷ τῷ Διὸς καὶ Αἰγίνης τῆς Ἀσωποῦ παῖδες ἐγένοντο Τελαμὼν καὶ Πηλεὺς καὶ τρίτος Φῶκος ἐκ Ψαμάθης τῆς Νηρέως. τοῦτον ἐφίλησε περισσῶς Αἰακός, ὅτι καλὸς κἀγαθὸς ἦν ἀνήρ. Πηλεὺς δὲ καὶ Τελαμὼν φθονήσαντες αὐτῷ κτείνουσι θανάτῳ κρυφαίῳ καὶ διὰ τοῦτ᾿ ἐξελαθέντες ὑπ᾿ Αἰακοῦ τὴν Αἴγιναν ἐξέλειπον. ᾤκησε δὲ Τελαμὼν μὲν Σαλαμῖνα τὴν νῆσον, Πηλεὺς δ᾿ ἐξίκετο πρὸς Εὐρυτίωνα τὸν Ἴρου καὶ ἱκετεύσας καθαίρεται παρ᾿ αὐτῷ τὸν φόνον· καὶ αὖτις Εὐρυτίωνα ἐν κυνηγεσίοις ἄκων ἐπὶ συὸς βολῇ κτείνει, καὶ φυγὼν ἔρχεται παρὰ Ἄκαστον, οὗ ὑπὸ τῆς γυναικὸς πρὸς ἀφροδίσιον ἔργον *** καταλείπεται μόνος ἐν τῷ Πηλίῳ. καὶ πλαζόμενος ἐντυγχαίνει Χείρωνι τῷ Κενταύρῳ, ἱκετεύοντα δὲ αὐτὸν ὑποδέχεται ἐκεῖνος εἰς τὸ ἄντρον. καὶ Πηλεὺς ἀγείρας πολλὰ πρόβατα καὶ βοῦς ἄγει πρὸς Ἶρον κατὰ ποινὴν τοῦ φόνου. ταύτην οὐχ ὑποδέχεται τὴν ποινὴν ὁ Ἶρος, ἀλλὰ Πηλεὺς ἀπαγαγὼν ἀφίησι κατὰ χρησμὸν θεοῦ. καὶ τὰ πρόβατα νομέων ἔρημα λύκος ἐπελθὼν κατέδει, καὶ ὁ λύκος οὗτος κατὰ δαίμονα μεταβαλὼν ἐγένετο πέτρος, καὶ ἄχρι πλείστου διέμενε μεταξὺ Λοκρίδος καὶ τῆς Φωκέων γῆς.



Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου