4. Κραγαλεύς.

(Ἱστορεῖ Νίκανδρος Ἑτεροιουμένων α΄ καὶ Ἀθανάδας Ἀμβρακικοῖς.)
 
Κραγαλεὺς ὁ Δρύοπος ᾤκει γῆς τῆς Δρυοπίδος παρὰ τὰ λουτρὰ τὰ Ἡρακλέους, ἅ μυθολογοῦσιν Ἡρακλέα πλήξαντα τῇ κορύνῃ τὰς πλάκας τοῦ ὄρους ἀναβαλεῖν. ὁ δὲ Κραγαλεὺς οὗτος ἐγεγόνει γηραιὸς ἤδη καὶ τοῖς ἐγχωρίοις ἐνομίζετο δίκαιος εἶναι καὶ φρόνιμος. καὶ αὐτῷ νέμοντι βοῦς προσάγουσιν Ἀπόλλων καὶ Ἄρτεμις καὶ Ἡρακλῆς κριθησόμενοι περὶ Ἀμβρακίας τῆς ἐν Ἠπείρῳ. καὶ ὁ μὲν Ἀπόλλων ἑαυτῷ προσήκειν ἔλεγε τὴν πόλιν, ὅτι Μελανεὺς υἱὸς ἦν αὐτοῦ, βασιλεύσας μὲν Δρυόπων καὶ πολέμῳ λαβὼν τὴν πᾶσαν  Ἤπειρον, γεννήσας δὲ παῖδας Εὔρυτον καὶ Ἀμβρακίαν, ἀφ᾿ ἧς ἡ πόλις Ἀμβρακία καλεῖται· καὶ αὐτὸς μέγιστα χαρίσασθαι τοῦτο τῇ πόλει· Σισυφίδας μὲν γὰρ αὐτοῦ προστάξαντος ἀφικομένους κατορθῶσαι τὸν πόλεμον Ἀμβρακιώταις τὸν γενόμενον αὐτοῖς πρὸς Ἠπειρώτας, Γόργον δὲ τὸν ἀδελφὸν Κυψέλου κατὰ τοὺς αὐτοῦ χρησμοὺς λαὸν ἔποικον ἀγαγεῖν εἰς Ἀμβρακίαν ἐκ Κορίνθου, Φαλαίκῳ δὲ τυραννοῦντι τῆς πόλεως αὐτοῦ κατὰ μαντείαν Ἀμβρακιώτας ἐπαναστῆσαι, καὶ παρὰ τοῦτο [πολλοὺς] ἀπολέσθαι τὸν Φάλαικον, τὸ δὲ ὅλον αὐτὸς ἐν τῇ πόλει παῦσαι πλειστάκις ἐμφύλιον πόλεμον καὶ ἔριδας καὶ στάσιν, ἐμποιῆσαι ἀντὶ τούτων δ᾿ εὐνομίαν καὶ θέμιν καὶ δίκην, ὅθεν αὐτὸν ἔτι νῦν παρὰ τοῖς Ἀμβρακιώταις Σωτῆρα Πύθιον ἐν ἑορταῖς καὶ εἰλαπίναις ᾄδεσθαι. Ἄρτεμις δὲ τὸ μὲν νεῖκος κατέπαυε τὸ πρὸς τὸν Ἀπόλλωνα, παρ᾿ ἑκόντος δ᾿ ἠξίου τὴν Ἀβρακίαν ἔχειν· ἐφίεσθαι γὰρ τῆς πόλεως κατὰ πρόφασιν τοιαύτην· ὅτε Φάλαικος ἐτυράννευε τῆς πόλεως, οὐδενὸς αὐτὸν δυναμένου κατὰ δέος ἀνελεῖν αὐτὴ κυνηγετοῦντι τῷ Φαλαίκῳ προφῆναι σκύμνον λέοντος, ἀναλαβόντος δὲ εἰς τὰς χεῖρας, ἐκδραμεῖν ἐκ τῆς ὕλης τὴν μητέρα καὶ προσπεσοῦσαν ἀναρρῆξαι τὰ στέρνα τοῦ Φαλαίκου, τοὺς δ᾿ Ἀμβρακιώτας ἐκφυγόντας τὴν δουλείαν  Ἄρτεμιν ἡγεμόνην ἱλάσασθαι, καὶ ποιησαμένους ἀγροτέρης εἴκασμα παραστήσασθαι χάλκεον αὐτῷ θῆρα. ὁ δὲ Ἡρακλῆς ἀπεδείκνυεν Ἀμβρακίαν τε καὶ τὴν σύμπασαν Ἤπειρον οὖσαν ἑαυτοῦ· πολεμήσαντας γὰρ αὐτῷ Κελτοὺς καὶ Χάονας καὶ Θεσπρώτους καὶ σύμπαντας Ἠπειρώτας ὑπ᾿ αὐτοῦ κρατηθῆναι, ὅτε τὰς Γηρυόνου βοῦς συνελθόντες ἀφελέσθαι, χρόνῳ δ᾿ ὕστερον λαὸν ἔποικον ἐλθεῖν ἐκ Κορίνθου καὶ τοὺς πρόσθεν ἀναστήσαντας Ἀμβρακίαν συνοικίσαι. Κορίνθιοι δὲ πάντες εἰσίν ἀφ᾿ Ἡρακλέους. ἅ διακούσας ὁ Κραγαλεὺς ἔγνω τὴν πόλιν Ἡρακλέους εἶναι. Ἀπόλλων δὲ κατ᾿ ὀργὴν ἁψάμενος αὐτοῦ τῇ χειρὶ πέτρον ἐποίσεν ἵναπερ εἱστήκει. Ἀμβρακιῶται δὲ Ἀπόλλωνι μὲν σωτῆρι θύουσι, τὴν δὲ πόλιν Ἡρακλέους καὶ τῶν ἐκείνου παίδων νενομίκασι, Κραγαλεῖ δὲ μετὰ τὴν ἑορτὴν Ἡρακλέους ἔντομα θύουσιν ἄρχι νῦν.



Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου