40. Βριτόμαρτις.

Κασσιεπείας τῆς Ἀραβίου καὶ Φοίνικος τοῦ Ἀγήνορος ἐγένετο Κάρμη· ταύτῃ μιγεὶς Ζεὺς ἐγέννησε Βριτόμαρτιν. αὕτη φυγοῦσα τὴν ὁμιλίαν τῶν ἀνθρώπων ἠγάπησεν ἀεὶ παρθένος εἶναι. καὶ παρεγένετο πρῶτα μὲν ἐπ᾿ Ἄργος ἐκ Φοινίκης παρὰ τὰς Ἐρασίνου θυγατέρας Βύζην καὶ Μελίτην καὶ Μαίραν καὶ Ἀγχιρόην, ἔπειτα δ᾿ ἐκ τοῦ Ἄργους εἰς Κεφαλληνίαν ἀνέβη καὶ αὐτὴν ὠνόμασαν οἱ Κεφαλλῆνες Λαφρίαν, καὶ ἱερὸν ἤγαγον ὡς θεῷ. ἔπειτα ἔρχεται εἰς Κρήτην, καὶ αὐτὴν ἰδὼν Μίνως καὶ ἐρασθεὶς ἐδίωκεν, ἡ δὲ κατέφυγε παρ᾿ ἄνδρας ἁλιέας· οἱ δὲ αὐτὴν κατέδυσαν εἰς τὰ δίκτυα καὶ ὠνόμασαν ἐκ τούτου Κρῆτες Δίκτυνναν καὶ ἱερὰ προσήνεγκαν. ἐκφυγοῦσα δὲ Μίνωα ἐξίκετο ἡ Βριτόμαρτις εἰς Αἴγιναν ἐν πλοίῳ σὺν ἀνδρὶ ἁλιεῖ Ἀνδρομήδει. καὶ ὁ μὲν αὐτῇ ἐνεχείρησεν ὀρεγόμενος μιχθῆναι, ἡ δὲ Βριτόμαρτις ἀποβᾶσα ἐκ τοῦ πλοίου κατέφυγεν εἰς ἄλσος ὅθιπέρ ἐστι νῦν αὐτῆς τὸ ἱερόν, κἀνταῦθα ἐγένετο ἀφανής καὶ ὠνόμασαν αὐτὴν Ἀφαίαν. ἐν δὲ τῷ ἱερῷ τῆς Ἀρτέμιδος τόν τε τόπον, ἐν ᾧ ἀφανὴς ἐγένετο ἡ Βριτόμαρτις, ἀφιέρωσαν Αἰγινῆται καὶ ὠνόμασαν Ἀφάην καὶ ἱρὰ ἐπετέλεσαν ὡς θεῷ.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου