7. Ἄνθος.

(Ἱστορεῖ Βοῖος Ὀρνιθογονίας α΄.)
 
Αὐτονόου τοῦ Μελανέως καὶ Ἱπποδαμείας ἐγένοντο υἱοὶ μὲν Ἐρῳδιὸς καὶ Ἄνθος, Σχοινεύς, Ἄκανθος, θυγάτηρ δὲ Ἀκανθίς, ᾗ κάλλιστον εἶδος ἔδωκαν οἱ θεοί. τῷ δὲ Ἀυτονόῳ τούτῳ ἐγένοντο ἵππων ἀγέλαι πλεῖσται, καὶ ἔνεμον αὐτὰς Ἱπποδάμεια τούτου γυνή καὶ οἱ παῖδες αὐτῶν. ἐπεὶ δὲ Αὐτονόῳ γῆν ἔχοντι πλείστην οὐδεὶς καρπὸς ἐφαίνετο κατ᾿ ὀλιγωρίαν ἔργων, ἀλλ᾿ ἔφερεν αὐτῷ σχοίνους ὁ χῶρος καὶ ἀκάνθας, ἀπ᾿ αὐτῶν ὠνόμασε τοὺς παῖδας Ἄκανθον καὶ Σχοινέα καὶ Ἀκανθίδα καὶ τὸν πρεσβύτερον Ἐρωδιόν, ἐπεὶ αὐτὸν ἠρώησεν ὁ χῶρος. οὗτος ὁ Ἐρωδιὸς πλεῖστον ἐφίλησε τὰς ἀγέλας τῶν ἵππων καὶ ἔτρεφεν αὐτὰς ἐν τῷ λειμῶνι. ἐπεὶ δὲ Ἄνθος τοῦ Αὐτονόου παῖς ἐξήλασε τὰς ἵππους ἐκ τοῦ λειμῶνος, αὗται εἰργόμεναι τροφῆς ἐξεθύμηναν καὶ τὸν Ἄνθον ἐπιστᾶσαι κατεβίβρωσκον πλεῖστα ἐπιβοώμενον ἀμῦναι τοὺς θεούς.  ὁ μὲν οὖν πατὴρ ὑπὸ ἄχους ἐκπλαγεὶς ὤκνησεν ἀπελάσαι τὰς ἵππους καὶ ὁ θεράπων τοῦ παιδός, ἡ δὲ μήτηρ διεμάχετο πρὸς τὰς ἵππους, ἀλλὰ διὰ τὴν τοῦ σώματος ἀσθένειαν οὐδὲν ἐδυνήθη πρὸς τὸν ὄλεθρον ἐπαμῦναι. κἀκεῖνοι μὲν οὕτω τεθνεῶτα τὸν Ἄνθον ἔκλαιον, Ζεὺς δὲ καὶ Ἀπόλλων οἰκτείραντες πάντας αὐτοὺς ἐποίησαν ὄρνιθας, Αὐτόνοον μὲν εἰς τὸν ὄκνον, ὅτι αὐτοῦ ὁ πατὴρ ὤκνησεν ἀπελάσαι τὰς ἵππους, τὴν δὲ μητέρα κορυδόν, ὅτι ἐκορύσσετο πρὸς τὰς ἵππους μαχόμενη περὶ τοῦ παιδός· αὐτὸν δὲ τὸν Ἄνθον καὶ τὸν Ἐρῳδιὸν καὶ Σχοινέα καὶ Ἄκανθον καὶ Ἀκανθυλλίδα γενομένους ὄρνιθας τῷ αὐτῷ ἐποίησαν ὀνόματι καλεῖσθαι καθὰ καὶ πρὶν ἤ μεταβαλεῖν αὐτοὺς ὠνόμαζοντο, τὸν δὲ θεράποντα τὸν ὀπηδὸν τοῦ Ἄνθου κατὰ ταὐτὰ τῷ ἀδελφῷ τοῦ παιδὸς ἐποίησαν ἐρῳδιόν, ἀλλ᾿ οὐχ ὅμοιον· ἥσσων γάρ ἐστιν ἱκανῶς τοῦ πελλοῦ καὶ οὐ γίνεται σύνεδρος οὗτος ὁ ἐρῳδιὸς ἄνθῳ, καθάπερ οὐδ᾿ ὁ ἄνθος τῷ ἐφίππω, ὅτι μέγιστα κακὰ ἔπαθεν ὁ Ἄνθος ὑπὸ τῶν ἵππων· καὶ ἔτι νῦν ὅταν ἀκούσῃ φωνοῦντος ἵππου, φεύγει μιμούμενος ἅμα τὴν φωνήν.



Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου