9. Ἠμαθίδες.

(Ἱστορεῖ Νίκανδρος Ἑτεροιουμένων δ΄.)

Ζεὺς Μνημοσύνῃ μιγεὶς ἐν Πιερίᾳ Μούσας ἐγέννησεν. ὑπὸ δὲ τὸν χρόνον τοῦτον ἐβασίλευε Πίερος αὐτόχθων Ἠμαθίας, καὶ αὐτῷ θυγατέρες ἐγένοντο ἐννέα, καὶ χορὸν ἐναντίον ἔστησαν αὗται Μούσαις, καὶ ἀγών ἐγένετο μουσικῆς ἐν τῷ Ἑλικῶνι. ὅτι μὲν οὖν αἱ θυγατέρες ᾄδοιεν τοῦ Πιέρου, ἐπήχλυε πάντα καὶ οὐδὲν ὑπήκουε πρὸς τὴν χορείαν, ὑπὸ δὲ Μουσῶν ἵστατο μὲν οὐρανὸς καὶ ἄστρα καὶ θάλασσα καὶ ποταμοί, ὁ δ᾿ Ἑλικὼν ηὔξετο κηλούμενος ὑφ᾿ ἡδονῆς εἰς τὸν οὐρανόν, ἄχρις αὐτὸν βουλῇ Ποσειδῶνος ἔπαυσεν ὁ Πήγασος τῇ ὁπλῇ τὴν κορυφὴν πατάξας. ἐπεὶ δὲ νεῖκος ᾔραντο θνηταὶ θεαῖς, μετέβαλον αὐτὰς αἱ Μοῦσαι καὶ ἐποίησαν ὄρνιθας ἐννέα, καὶ ἔτι νῦν ὀνομάζονται παρ᾿ ἀνθρώποις κολυμβάς, ἴυγξ, κεγχρίς, κίσσα, χλωρίς, ἀκαλανθίς, νῆσσα, πιπώ, δρακοντίς.



Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου